Ancient Greek · ~6 min
30.
Aelius Herodianus, Περὶ ῥημάτων 4-4
Not analysed yet
πᾶϲ ἐνεϲτὼϲ ὁριϲτικὸϲ καὶ πᾶϲ μέλλων ὁριϲτικὸϲ εἰϲ ω λήγων προϲθήκῃ τῆϲ μαι ἢ παθητικὸν ἢ μέϲον ποιοῦϲι, καὶ ὁ μὲν ἐνεϲτὼϲ προϲλαμβάνων τὴν μαι ϲυλλαβὴν παθητικὸν καὶ μέϲον ποιεῖ οἷον τύπτω τύπτομαι ὑπ’ αὐτοῦ καὶ τύπτομαι αὐτόν, καὶ πάλιν βιάζω βιάζομαι ὑπ’ αὐτοῦ καὶ βιάζομαι αὐτόν. ὁ δὲ μέλλων προϲθήκῃ τῆϲ μαι μέϲον ποιεῖ μέλλοντα οἷον τύψω τύψομαι· ὁ δὲ δεύτεροϲ ἐνεργητικὸϲ μέλλων δεύτερον μέϲον μέλλοντα ποιεῖ οἷον τυπῶ τυποῦμαι, νυγῶ νυγοῦμαι, καρῶ καροῦμαι, ϲταλῶ ϲταλοῦμαι. ἰϲτέον δ’ ὅτι προϲερχομένηϲ τῆϲ μαι ϲυλλαβῆϲ ἢ φυλάττεται τὸ ω ἢ τρέπεται εἰϲ τὸ ο ἤ εἰϲ τὴν ου δίφθογγον· καὶ φυλάττεται μὲν τὸ ω τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων ἐν μόνῳ ἐνεϲτῶτι οἷον βοῶ βοῶμαι, περῶ περῶμαι, γελῶ γελῶμαι. πρόϲκειται «ἐν μόνῳ τῷ ἐνεϲτῶτι, ἐπειδὴ ἔν τῷ μέλλοντι τρέπεται ἡ δευτέρα ϲυζυγία τῶν περιϲπωμένων τὸ ω εἰϲ τὸ o οἷον βοῶ βοήϲομαι, ἀκροάϲω ἀκροάϲομαι, καὶ ὅλοιϲ δὲ τοῖϲ ὑποτακτικοῖϲ ὁποίαϲ ἄν εἴη ϲυζυγίαϲ τὸ ῥῆμα ἢ ὁποίου χρόνου φυλάττεται τὸ ω οἷον ἐᾶν τύπτωμαι, ἐὰν βοῶμαι, ἐὰν περῶ ἐὰν περῶμαι, ἐὰν χρυϲῶ ἐὰν χρυϲῶμαι τρέπεται δὲ τὸ ω εἰϲ τὸ o ἐπὶ ὅλων τῶν βαρυτόνων εἴτε ἐνεϲτῶτεϲ ὦϲιν εἴτε μέλλοντεϲ, χωρὶϲ τῶν ὑποτακτικῶν δηλονότι, οἷον τύπτω τύπτομαι, λέγω λέγομαι, λέξω λέξομαι, ποιήϲω ποιήϲομαι· ἐπὶ δὲ τῶν περιϲπωμένων, ὑπεϲταλμένων τῶν τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων, τρέπεται. τὸ ω εἰϲ τὴν ου δίφθογγον εἴτε ἐνεϲτῶτέϲ εἰϲιν εἴτε μέλλοντεϲ οἷον ποιῶ ποιοῦμαι, ϲτεφανῶ ϲτεφανοῦμαι, κουφιῶ κουφιοῦμαι.