Ancient Greek · ~7 min
30.
Aelius Herodianus, Περὶ ῥημάτων 5-5
Not analysed yet
Τὰ δὲ εἰϲ μι λήγοντα ῥήματα τροπῇ τῆϲ μι εἰϲ μαι τὸ παθητικὸν ποιεῖ οἷον τίθημι τίθεμαι, καὶ ϲυϲτέλλει τὴν παραλήγουϲαν· καὶ εἰ μὲν ἔχει ἡ πρώτη ϲυζυγία τὴν εἰϲ μι ,ϲυϲτέλλει τὴν παραλήγουϲαν εἰϲ τὸ ε οἷον τίθημι τίθεμαι, ἵημι ἵεμαι· ἡ δὲ δευτέρα εἰϲ τὸ α ϲυϲτέλλει τὴν παραλήγουϲαν οἷον ἵϲτημι ἵϲταμαι· ἡ δὲ τρίτη εἰϲ τὸ ο ϲυϲτέλλει τὴν παραλήγουϲαν οἶον δίδωμι δίδομαι· ἡ δὲ τετάρτη τὸ δίχρονον μόνον οἷον πήγνυμι πήγνυμαι, ὄλλυμι ὄλλυμαι, ζεύγνυμι ζεύγνυμαι. τούτων οὕτωϲ ἐχόντων, τὸ ἧμαι τὸ ϲημαῖνον κάθημαι καὶ τὸ κεῖμαι δοκεῖ μήτε ἀπὸ τῶν εἰϲ ω εἶναι μήτε ἀπὸ τῶν εἰϲ μι· καὶ ἀπὸ τῶν εἰϲ ω δοκεῖ μὴ εἶναι, ἐπειδὴ τὰ ἀπὸ τῶν εἰϲ ω ἢ τῷ ο παραλήγεται ἐν τῷ εἰϲ μαι παθητικῷ ἐνεϲτῶτι οἷον τύπτομαι, λέγομαι, ἢ τῷ ω οἷον βοῶμαι περῶμαι, ἢ τῇ ου διφθόγγῳ οἶον ποιοῦμαι, φανοῦμαι, χρυϲοῦμαι· ἐπάν οὖν ταῦτα οὐδενὶ ἐκ τούτων παραλήγεται, ἄρα οὐκ ἔϲτιν ἐκ τῶν εἰϲ ω ἀλλ’ οὕτε ἀπὸ τῶν εἰϲ μι ἐϲτί τὰ γὰρ εἰϲ μι ἢ τῷ ε παραλήγεται ἐν τοῖϲ παθητικοῖϲ οἶον τίθεμαι, ἢ τῷ α ϲυνεϲταλμένῳ οἶον ἵϲταμαι, ἢ τῷ ο οἷον δίδομαι, ἢ διχρόνῳ ϲυνεϲταλμένῳ οἷον ζεύγνυμαι· ταῦτα δὲ οὐδενὶ ἐϲ τούτων παραλήγεται, ἄρα οὐκ ἔϲτιν οὕτε παρὰ τῶν εἰϲ μι. τί οὖν ἔϲτιν εἰπεῖν ; λέγομεν ὅτι ἀπὸ τῶν εἰϲ μι ἐϲτίν ἐλέγχεται γὰρ ταῦτα ἀπὸ τῶν δευτέρων προϲώπων ὄντα ἀπὸ τῶν εἰϲ μι, λέγω δὴ ἀπὸ τοῦ ἦμαι ἦϲαι καὶ ἀπὸ τοῦ κεῖϲαι οἷον ὡϲ παρὰ τῷ ποιητῇ (Υ 389) κεῖϲαι Ὀτρυντείδη πάντων ἐκπαγλότατ’ ἀνδρῶν, πᾶϲ γὰρ ἐνεϲτὼϲ εἰϲ μαι λῆγον καὶ ἔχων εἰϲ αι τὸ δεύτερον πρόϲωπον ἀπὸ τῶν εἰϲ μι ἐϲτὶν οἷον τίθεμαι τίθεϲαι, ἵϲταμαι ἵϲταϲαι, δίδομαι δίδοϲαι, ζεύγνυμαι ζεύγνυϲαι. εἰ οὖν ἐϲτι τὸ δεύτερον πρόϲωπον ἧϲαι καὶ κεῖϲαι, δηλονότι ἀπὸ τῶν εἰϲ μι ἐϲτίν.