Ancient Greek · ~4 min
34.
Aelius Herodianus, Περὶ ῥημάτων 4-5
Not analysed yet
δύο τελικὰ ἐϲτι τῶν ἀπαρεμφάτων, τὸ ν καὶ ἡ αι δίφθογγοϲ οἷον τύπτειν τύπτεϲθαι. καὶ τοῦτο εἰκότωϲ. ἐπειδὴ γὰρ τὰ ἀπαρέμφατα ἐν μιᾷ φωνῇ δοκεῖ τὰ τρία πρόϲωπα ἔχειν οἶον τύπτειν θέλω, τύπτειν θέλειϲ, τύπτειν θέλει, τούτου χάριν καὶ τελικὰ ἔλαβεν ἁρμόζοντα τοῖϲ τριϲὶ προϲώποιϲ, καὶ διὰ τοῦτο τὸ ν καὶ τὴν αι δίφθογγον ἔχει τελικὰ τὰ ἀπαρέμφατα· καὶ γὰρ καὶ τὸ καὶ ἡ αι δίφθογγοϲ εὑρίϲκεται καὶ ἐν πρώτῳ καὶ ἐν δευτέρῳ καὶ ἐν τρίτῳ προϲώπῳ οἶον τυπτόμεθον τύπτεϲθον τύπτεϲθον, πεποίημαι πεποίηϲαι πεποίηται τὸ γὰρ ἐνταῦθα τελικὸν ὑπάρχον τῶν ῥημάτων οἶον ἔτυψαϲ οὐκ ἔϲτι τελικὸν τῶν ἀπαρεμφάτων, ἐπειδὴ τὸ ϲ τελικόν ἐϲτι μόνου δευτέρου προϲώπου παῤ ἡμῖν καὶ παρὰ τοῖϲ Ἀθηναίοιϲ οἷον τέτυφαϲ. πρόϲκειται «παῤ ἡμῖν καὶ παρὰ τοῖϲ Ἀθηναίοιϲ», ἐπειδὴ παρὰ ταῖϲ διαλέκτοιϲ εὑρίϲκεται τὸ ϲ καὶ α προϲώπου τελικὸν καὶ γ΄, ὡϲ παρὰ θεοκρίτῳ (7, 2) εἵρπομεϲ ἐκ πόλιοϲ, ἀντὶ τοῦ εἵρπομεν ἐκ πόλεωϲ· καὶ πάλιν ἐπὶ γ΄, ἀντὶ τοῦ ἦν (7, 1), ἦϲ χρόνοϲ ἁνίκ’ ἐγώ τε καὶ Εὔκριτοϲ ἐϲ τὸν Ἄλεντα, ἀντὶ τοῦ ἦν.