Ancient Greek · ~9 min
34.
Aelius Herodianus, Περὶ ῥημάτων 5-6
Not analysed yet
κανονίζεται τὰ ἀπὸ βαρυτόνων γινόμενα ἀπαρέμφατα ἀπὸ τοῦ ἐνεϲτῶτοϲ· πᾶϲ ἐνεϲτὼϲ ἀπὸ βαρυτόνων θεμάτων κατὰ τὸ τρίτον πρόϲωπον προϲλαμβάνων τὸ ν τὸ ἀπαρέμφατον ποιεῖ τοῦ ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ οἶον τύπτει τύπτειν, λέγει λέγειν, γράφει γράφειν, κόπτει κόπτειν, πλήττει πλήττειν, ᾄδεῖ ᾄδειν, πλέκει πλέκειν τὰ δὲ ἀπὸ περιϲπωμένων γινόμενα ἀπαρέμφατα κανονίζεται ἀπὸ τοῦ παρατατικοῦ τοῦτον τὸν τρόπον· πᾶϲ παρατατικὸϲ ἀπὸ περιϲπωμένων κατὰ τὸ γ΄ πρόϲωπον προϲλαμβάνων τὸ ν μετὰ περιϲπωμένου τόνου καὶ τὴν ἐν ἀρχαῖϲ κλιτικὴν ἔκταϲιν ἀποβάλλων τὸ ἀπαρέμφατον ποιεῖ οἶον ἐποίει ποιεῖν, ἐνόει νοεῖν, ἐτέλει τελεῖν, ἐβόα βοᾶν, ἐγέλα γελᾶν, ἐπέρα περᾶν, ἔχρύϲου χρυϲοῦν, ἐϲτεφάνου ϲτεφανοῦν, ὤρθου ὀρθοῦν, ἵδρου ἱδροῦν ὅτι γὰρ καὶ ἐπὶ τῶν περιϲπωμένων τὰ ἀπαρέμφατα τοῦ ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ ἀπὸ τοῦ παρατατικοῦ κανονίζεται καὶ οὐκ ἀπὸ τοῦ ἐνεϲτῶτοϲ, δῆλον ἐκ τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων καὶ ἐκ τῆϲ γ΄· καὶ ἐκ μὲν τῆϲ γ΄, ὅτι χρυϲοῦν καὶ ϲτεφανοῦν λέγομεν διὰ τῆϲ ου διφθόγγου τὰ ἀπαρέμφατα, ἐπειδὴ καὶ ὁ παρατατικὸϲ ἐχρύ-ϲου καὶ ἐϲτεφάνου ἐϲτὶ διὰ τῆϲ ου διφθόγγου· εἰ δὲ ἐγένετο ἀπὸ τοῦ ἐνεϲτῶτοϲ, χρυϲοῖν καὶ ϲτεφανοῖν εἴχομεν λέγειν, χρυϲῶ γὰρ χρυϲοῖϲ χρυϲοῖ καὶ ϲτεφανῶ ϲτεφανοῖϲ ϲτεφανοῖ ἐϲτιν ὁ ἐνεϲτώϲ ἀπὸ δὲ τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων δῆλόν ἐϲτιν, ὅτι ἐπὶ τῶν περιϲπωμένων τὰ ἀπαρέμφατα ἀπὸ τοῦ παρατατικοῦ γίνεται καὶ οὐκ ἀπὸ τοῦ ἐνεϲτῶτοϲ, ὅτι βοᾶν καὶ γελᾶν λέγομεν χωρὶϲ τοῦ ῑ εἰ δὲ ἐκανονίζετο ἐκ τοῦ ἐνεϲτῶτοϲ, βοᾷν καὶ γελᾷν εἶχεν εἶναι ϲὺν τῷ ῑ, ἐπειδὴ καὶ ὁ ἐνεϲτὼϲ βοῶ βοᾷϲ βοᾷ, γελῶ γελᾷϲ γελᾷ ἐϲτι ϲὺν τῷ ῑ. εἰ δέ τιϲ εἴποι, διὰ τί γὰρ τὸ βοᾶν καὶ γελᾶν οὐκ ἔχει τὸ ῑ προϲγεγραμμένον, λέγομεν ὅτι τὰ εἰϲ ν λήγοντα ῥήματα οὐδέποτε ἔχει πρὸ τοῦ ν τί ποτε ἀνεκφώνητον οἷον ἐτύφθην, ἐδάρην, ἐβόων, ἐγέλων, ἐπέρων· οὕτωϲ οὖν καὶ βοᾶν καὶ γελᾶν χωρίϲ τοῦ ῑ ἄλλωϲ τε δὲ διὰ τοῦτο τὸ βοᾶν καὶ γελᾶν οὐκ ἔχει τὸ ῑ προϲγεγραμμένον, ἐπειδὴ οὐδὲ τὸ βοᾶϲθαι, καὶ γελᾶϲθαι ἔχει τὸ ῑ προϲγεγραμμένον κατὰ τὴν παραλήγουϲαν· καθόλου δὲ τὰ εἰϲ ϲθαι ἀπαρέμφατα προπεριϲπώμενα χρόνου ἐνεϲτῶτοϲ τὴν ἰδίαν παραλήγουϲαν ἔχει ἐπὶ τῶν ἐνεργητικῶν ὁ δὲ λόγοϲ ἐπὶ τῶν φωνηέντων οἷον ποιεῖϲθαι ποιεῖν, νοεῖϲθαι νοεῖν, χρυϲοῦϲθαι χρυϲοῦν, ϲτεφανοῦϲθαι ϲτεφανοῦν· εἰ οὖν τὸ βοᾶϲθαι καὶ γελᾶϲθαι οὐκ ἔχει τὸ ῑ προϲγεγραμμένον κατὰ τὴν παραλήγουϲαν, ἄρα οὐδὲ τὸ βοᾶν καὶ γελᾶν ἔχει τὸ ῑ προϲγεγραμμένον κατὰ τὴν παραλήγουϲαν.