Ancient Greek · ~3 min
43.
Aelius Herodianus, Περὶ ῥημάτων 4-9
Not analysed yet
ἰϲτέον ὅτι τὰ εἰϲ μὲν εὐκτικά, εἰ μὲν διφθόγγῳ παραλήγεται, ἀποβολῇ τοῦ μ τὸ γ΄ πρόϲωπον τῶν πληθυντικῶν ποιεῖ οἶον τύπτοιμεν τύπτοιεν, λέγοιμεν λέγοιεν, τύψαιμεν τύψαιεν, τύψοιμεν τύψοιεν, τετύφοιμεν τετύφοιεν, ποιοῖμεν ποιοῖεν, βοῷμεν βοῷεν, γελῷμεν γελῷεν, τρυγῷμεν τρυγῷεν, χρυϲοῖμεν χρυϲοῖεν. εἰ δὲ ἑνὶ φωνήεντι παραλήγεται, τροπῇ τῆϲ μεν εἰϲ ϲαν τὸ γ΄ πρόϲωπον τῶν πληθυντικῶν ποιεῖ οἶον τυφθείημεν τυφθείηϲαν, δαρείημεν δαρείηϲαν, νυγείημεν νυγείηϲαν. ἀμέλει ἀπὸ τοῦ δοίημεν καὶ τὸ γ΄ πρόϲωπον τῶν πληθυντικῶν δοίηϲαν γίνεται, ἐπειδὴ ἑνὶ φωνήεντι παραλήγεται· ἡνίκα δὲ γένηται κατὰ ϲυγκοπὴν τοῦ η δοῖμεν δ᾿ Ἀτρείδαο θυγατρῶν εἷδοϲ ἀρίϲτην (N 378), τότε τὸ γ΄ τῶν πληθυντικῶν δοῖεν γίνεται κατὰ ἀποβολὴν τοῦ μ, ἐπειδὴ διφθόγγῳ παραλήγεται οἶον ὑμῖν μὲν θεοὶ δοῖεν (A 18).