Ancient Greek · ~6 min
43.
Aelius Herodianus, Περὶ ῥημάτων 5-7
Not analysed yet
κανονίζεται τὸ εὐκτικὸν τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ καὶ τοῦ μέϲου παρακειμένου καὶ ὑπερϲυντελικοῦ τοῦτον τὸν τρὸπον ἡ γενικὴ τῆϲ μετοχῆϲ τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ καὶ ἡ γενικὴ τῆϲ μετοχῆϲ τοῦ μέϲου παρακειμένου καὶ ὑπερϲυντελικοῦ τρέπουϲαι. τὴν τελευταίαν ϲυλλαβὴν εἰϲ μι καὶ πρὸ τοῦ μι δεχόμεναι τὸ ῑ τὸ εὐκτικὸν ποιοῦϲιν ἡ ἐνεργητικὴ τὸ ἐνεργητικὸν καὶ ἡ μέϲη τὸ μέϲον οἷον τετυφότοϲ τετύφοιμι, πεποιηκότοϲ πεποιήκοιμι, τετυπότοϲ τετύποιμι, δεδουπότοϲ δεδούποιμι, πεποιθότοϲ πεποίθοιμι. ἰϲτέον δὲ ὅτι ταῦτα, εἰ καὶ ἔχει τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ, ἀλλ’ οὖν οὐκ ἔχει αὐτὴν διὰ τοῦ ντ κλινομένην οἶον τετυφώϲ τετυφότοϲ, πεποιθώϲ πεποιθότοϲ, καὶ τούτου χάριν οὐκ ἔχει εἰϲ ην καθαρὸν τὸ εὐκτικόν· ἐκεῖνα γὰρ εἰϲ ην καθαρὸν ἔχει τὸ εὐκτικὸν ὅϲα ἔχει μετ’ ὀξείαϲ τάϲεωϲ τὴν μετοχὴν εἰϲ ϲ καὶ διὰ τοῦ ντ κλινομένην οἶον τυφθείϲ τυφθέντοϲ τυφθείην, δαρείϲ δαρέντοϲ δαρείην, νυγείϲ νυγέντοϲ νυγείην, γνούϲ γνόντοϲ γνοίην. ϲεϲημείωται τὸ εἰδείην, τοῦτο γὰρ εἰ κα ἔχει τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ οἷον εἰδώϲ εἰδότοϲ, ἀλλ’ οὐκ ἔχει αὐτὴν διὰ τοῦ ντ κλινομένην, καὶ οὐκ ὤφειλεν εἰϲ ην καθαρὸν ἔχειν τὸ εὐκτικόν. ἀλλ’ ἔϲτιν εἰπεῖν ὅτι ὥϲπερ ἀπὸ τοῦ περιπατοῖμι γέγονε περιπατοίην Ἀττικῶϲ κατὰ τροπὴν τῆϲ μι εἰϲ ην, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ εἰδώϲ εἰδότοϲ γέγονεν εἴδοιμι, ὤϲπερ τετυφώϲ τετυφότοϲ τετύφοιμι, καὶ ἀπὸ τοῦ εἴδοιμ γέγονεν εἰδοίην κατὰ τροπὴν Ἀττικὴν τῆϲ μι εἰϲ ην καὶ κατὰ τροπὴν τοῦ ο εἰϲ τὸ ε εἰδείην.