Ancient Greek · ~6 min
29.
Aelius Herodianus, Περὶ ῥημάτων 5-4
Not analysed yet
ἔϲτι δὲ κακονίϲαι τὴν παραλήγουϲαν τοῦ μέλλοντοϲ τῆϲ πρώτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων οὕτωϲ· ὅτε γὰρ μακρᾷ παραλήγεται ὁ ἐνεϲτώϲ, τότε ὁ μέλλων διὰ τοῦ η ἐκφέρεται οἷον ποιῶ ποιήϲω, εὑρῶ εὑρήϲω, τηρῶ τηρήϲω, ἀθλῶ ἀθλήϲω, πενθῶ πενθήϲω, ὀλιϲθῶ ὀλιϲθήϲω· δεῖ προϲθεῖναι χωρὶϲ τοῦ ἀρκῶ ἀρκέϲω, τοῦτο γὰρ μακρᾷ παραληγόμενον κατὰ τὸν ἐνεϲτῶτα διὰ τοῦ ε ἐξηνέχθη κατὰ τὸν μέλλοντα, καὶ χωρὶϲ τοῦ νεικῶ νεικέϲω, οἶον ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον νεικέϲω (Κ 114). τὸ δὲ αἰνῶ αἰνέϲω ἀναλογώτερόν ἐϲτι παρὰ τοῖϲ ποιηταῖϲ λεγόμενον αἰνήϲω διὰ τοῦ η οἷον μῦθον ἐπαινήϲαντεϲ Ὀδυϲϲῆοϲ θείοιο (Β 335), ἐπειδὴ μακρᾷ παραλήγεται κατὰ τὸν ἐνεϲτῶτα, τοῦ παρὰ τοῖϲ ἰαμβογράφοιϲ διὰ τοῦ ἑ λεγομένου οἷον αἰνέϲω καὶ ἐπαινέϲω, ὡϲ παρὰ Ϲοφοκλεῖ (Αi. 536) ἐπῄνεϲ’ ἔργον (ἔργα Cod. M) καὶ πρόνοιαν ἣν ἔθου καὶ πάλιν παρ’ Εὐριπίδῃ ἐν Μηδείᾳ (707) ἐᾷ δ’ Ἴάϲων, οὐδὲ ταῦτ’ ἐπῄνεϲα, καὶ τὸ αἰδῶ οἰδήϲω, ἐξ οὖ τὸ αἰδήμων, ἀναλογώτερόν ἐϲτι τοῦ αἰδέϲω οἷον αἰδεϲθείϲ βαϲιλῆοϲ ἐνιπὴν αἰδοίοιο (Δ 402). εἰ δὲ βραχείᾳ παραλήγεται ὁ ἐνεϲτὼϲ τῆϲ πρώτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων, τότε ὁ μέλλων πῇ μὲν τῷ η παραλήγεται, πῇ δὲ τῷ ε οἷον φιλῶ φιλήϲω, νοῶ νοήϲω, τελέω τελέϲω, πατῶ πατήϲω, πῇ δὲ διφορεῖται οἷον φορῶ φορέϲω καὶ φορήϲω, πονῶ πονέϲω καὶ πονήϲω, τοῦτο δὲ πρὸϲ διάφορον ϲημαινόμενον διάφορον καὶ τὴν παραλήγουϲαν ἔχει ὁ γὰρ πονῶν ἢ ψυχικῶϲ ἢ ϲωματικῶϲ πονεῖ· καὶ εἰ μὲν ϲωματικῶϲ, διὰ τοῦ πονέϲω δεῖ λέγειν, εἰ δὲ ψυχικῶϲ πονήϲω διὰ τοῦ η· διὰ τοῦτο ϲεϲημειούμεθα παρ’ Ἀριϲτοφάνει (Pac. 820) ἔγωγέ τοι πεπόνηκα κομιδῇ τὼ ϲκέλη· ἐπειδὴ ϲωματικῶϲ λεχθὲν διὰ τοῦ ε ἐξηνέχθη.