Ancient Greek · ~6 min
29.
Aelius Herodianus, Περὶ ῥημάτων 6-2
Not analysed yet
περὶ δὲ τῆϲ παραληγούϲηϲ τοῦ μέλλοντοϲ τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων ἔϲτιν εἰπεῖν ταῦτα ἰϲτέον ὅτι ὁ μέλλων τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων ἢ τῷ η παραλήγεται ἢ τῷ α οἷον βοήϲω, ἐάϲω, καὶ τῷ α ἢ μακρῷ ἢ βραχεῖ· ἡνίκα μὲν τὸ λ πρὸ τοῦ α κατὰ τὸν μέλλοντα, ϲυνεϲταλμένον ἐϲτὶν οἷον γελῶ γελάϲω, κλῶ κλάϲω, θλῶ θλάϲω, ἡνίκα δὲ πρὸ τοῦ α τὸ ρ ἢ καθαρὸν τὸ α, τότε τὸ α μακρόν ἐϲτιν οἶον γηρῶ γηράϲω, φυρῶ φυράϲω, περῶ περάϲω (ἐπὶ τοῦ παρελθεῖν τὸ γὰρ περάϲω ἐπὶ τοῦ πωλήϲω βραχὺ ἔχει τὸ α οἷον Τρώων καὶ πολλοὺϲ ζωοὺϲ ἕλον ἠδ’ ἐπέραϲϲα ,ἐπλεονάϲθη γὰρ τὸ ϲ διὰ τὴν βραχεῖαν, καὶ μήποτε ὡϲ ἀπὸ τοῦ περάζω ἐϲτὶν ὥϲπερ ἀγοράζω ἀγοράϲω)· τὸ κεράϲω ἔχον πρὸ τοῦ α τὸ ρ καὶ ϲυϲτέλλον τὸ α οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτιν ἀπὸ τοῦ κερῶ κερᾷϲ, ἀλλ’ ιὡϲ ἀπὸ τοῦ κεράζω, ὥϲπερ ἀπὸ τοῦ ἀγοράζω ἀγοράϲω. ταῦτα μὲν ἐπὶ τῶν ἐχόντων πρὸ τοῦ α τὸ ρ τῶν δὲ ἐχόντων τὸ α καθαρὸν ἔϲτωϲαν παραδείγματα ταῦτα· ἀνιῶ ἀνιάϲω, κοπιῶ κοπιάϲω, ἀγωνιῶ ἀγωνιάϲω, μειδιῶ μειδιάϲω, ἀροτριῶ ἀροτριάϲω, (ἐρυθριῶ ἐρυθριάϲω, ἐῶ ἐάϲω τὸ γὰρ οὐκ ἐάϲουϲιν ἐμοὶ δόμεναι βιόν (φ 233) ποιητικῶϲ ϲυνεϲτάλη· τὸ πεινάϲω καὶ διψάϲω μακρὸν ἔχοντα τὸ α καὶ μὴ ἔχοντα πρὸ τοῦ α μήτε ρ μήτε φωνῆεν οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ ἀπὸ τοῦ πεινήϲω καὶ διψήϲω γέγονε κατὰ τροπὴν Δωρικὴν τοῦ η εἰϲ α μακρόν.