Ancient Greek · ~4 min
29.
Aelius Herodianus, Περὶ ῥημάτων 7
Not analysed yet
περὶ δὲ τῆϲ παραληγούϲηϲ τοῦ μέλλοντοϲ τῆϲ τρίτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων ἔϲτιν εἰπεῖν ταῦτα ὅτι ἡ τρίτη ϲυζυγία τῶν περιϲπωμένων κατὰ τὸν μέλλοντα ἢ τῷ ω παραλήγεται οἶον χρυϲῶ χρυϲώϲω ἢ τῷ ο οἷον ὀμῶ ὀμόϲω. καὶ ἔϲτιν εἰπεῖν, διὰ τί; ὅτι ὅϲα μὲν ἔχει ὀνόματα παρακείμενα διὰ τοῦ ω ἐκφέρεται κατὰ τὸν μέλλοντα οἶον χρυϲόϲ χρυϲῶ χρυϲώϲω, ἄργυροϲ ἀργυρῶ ἀργυρώϲω, γύψοϲ γυψῶ γυψώϲω, χείρ χειρῶ χειρώϲω (ἐξ οὗ τὸ χειροῦμαι καὶ χειρώϲομαι), πῦρ πυρόϲ πυρῶ πυρώϲω, ϲτέφανοϲ ϲτεφανῶ ϲτεφανώϲω, ὀρθόϲ ὀρθῶ ὀρθώϲω, ϲτρεβλόϲ ϲτρεβλῶ ϲτρεβλώϲω, κακόϲ κακῶ κακώϲω, ταπεινόϲ ταπεινῶ ταπεινώϲω ὅϲα δ’ οὐκ ἔχει ὄνομα προüποκείμενον, διὰ τοῦ ο ἐκφέρεται κατὰ τὸν μέλλοντα οἶον ὀμῶ ὀμόϲω, ὀνῶ ὀνόϲω (ϲημαίνει δὲ τὸ μέμφομαι) καὶ ἀρῶ ἀρόϲω (ϲημαίνει δὲ τὸ ἀροτριῶ), τοῦτο δὲ διφορεῖται· τινὲϲ μὲν γὰρ διὰ τοῦ ο γράφουϲιν αὐτὸ ϲ δοξάζοντεϲ μὴ ἔχειν αὐτὸ ὄνομα προυποκείμενον, τινὲϲ δὲ διὰ τοῦ ω γράφουϲιν αὐτὸ λέγοντεϲ ὅτι ἔχει ὄνομα προυποκείμενον τὸ Ἄρηϲ, Ἄρηϲ γάρ ἐϲτιν ὁ ϲίδηροϲ.