Ancient Greek
8.
Aelius Herodianus, Συμπόσιον 8.
Not analysed yet
ἐπεὶ τέμνει καὶ κεντίζει ὡϲ εἰπεῖν τὴν γεῦϲιν. καὶ ὀξεῖαν ϲταφυλὴν λέγομεν τὴν κεντρίζουϲαν ἡμῶν τὴν γεῦϲιν. Κυρηναῖοι δὲ τὸ ὄξοϲ ἧδοϲ λέγουϲι κατ’ ἀντίφραϲιν. δύναται δὲ παρὰ τὸ ὀξύ ὄξοϲ ὁ εἰϲ ὀξὺ μεταβεβληκὼϲ οἶνοϲ εἰρῆϲθαι ὀξύϲ ὄξοϲ ὡϲ ταχύϲ τάχοϲ, εὐρύϲ εὐροϲ. οὕτω Φιλόξενοϲ.