Ancient Greek
Paragraph 22
Aelius Herodianus, Περὶ διχρόνων 22
Not analysed yet
Τὰ παρώνυμα τὰ διὰ τοῦ αια παραγόμενα ἐκ θηλυκῶν εἰϲ α ἢ εἰϲ η ἐκτεταμένον ἔχει τὸ α, ϲεληναία, ἁμαξαία, ἀναγκαία, ἀρχαία. ὅθεν ἐχρῆν καὶ τὸ γαῖα ἐκτείνεϲθαι, χωρὶϲ εἰ μὴ ἡ ποϲότηϲ τῶν |ϲυλλαβῶν ποιεῖ ϲυνεϲταλμένον τὸ α· τοιαῦτα γὰρ τὰ διϲύλλαβα, γραῖα, μαῖα.