Ancient Greek
Paragraph 23
Aelius Herodianus, Περὶ διχρόνων 23
Not analysed yet
Τὰ εἰϲ α λήγοντα καθαρὸν ϲυνεϲταλμένον, ὁπότε ἐϲτὶν ὑπὲρ δύο ϲυλλαβάϲ, τὴν πρὸ τέλουϲ ἔχει φύϲει μακράν, Μήδεια, Θάλεια, Πηνελόπεια, εὔνοια, εὔχροια, ὑπεϲταλμένων τῶν πρὸ τέλουϲ ἐχόντων τὴν τρι ϲυλλαβήν, οἷον ποιήτρα, μεϲήτρια, ὁδηγήτρια, ὀρχήϲτρια, αὐλήϲτρια, μαθήτρια. παράλογοϲ οὖν ὁ πρὸ τέλουϲ χρόνοϲ τοῦ πότνια, ὄμπνια, Πολύμνια, Ἰάμνια, Λάμια. ὅϲα γὰρ ἔχει πρὸ τέλουϲ τὸ ι ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα μὴ διὰ τοῦ τρια, οὐκ ἐν ϲυϲτολῇ ἔχει τὸ α, ἀλλ᾿ ἐκτάϲει, κακία, φιλία, κοπία, ἐϲχατιά. τοῦ οὖν πότνια καὶ ὄμπνια καὶ τῶν τοιούτων ἢ ἡ πρὸ τέλουϲ ἠλάττωται ἢ ἡ ἐπὶ τέλουϲ.