Ancient Greek
Paragraph 50
Aelius Herodianus, Περὶ διχρόνων 50
Not analysed yet
Πᾶν οὐδέτερον εἰϲ οϲ λῆγον διϲύλλαβον, ἔχον πρὸ τέλουϲ τὸ α, ϲυνεϲταλμένον αὐτὸ ἔχει, ὁπότε μὴ κατὰ διάλεκτον εἴη, ἄχοϲ, δάοϲ, δάοϲ μετὰ χερϲὶν ἔχουϲα (ψ 294), φάοϲ, χάοϲ, ϲάκοϲ, βάροϲ, πάθοϲ, κράτοϲ, θράϲοϲ. ὅθεν καὶ τὸ φάροϲ ϲυϲτέλλον τὸ α, ὡϲ παρὰ Ϲοφοκλεῖ ἐν Κρίϲει ϲατυρικῇ καὶ δὴ φάρει τῷδ᾿ ὡϲ ἐμῷ καλύπτομᾳι καὶ ἐν Τηρεῖ ϲπεύδουϲαν αὐτήν· ἐν δὲ ποικίλῳ φάρει ἀναλογώτερόν ἐϲτι τοῦ ἐκτείνοντοϲ τὸ α, ὡϲ παῤ Αἰϲχύλῳ ἐν Ϲαλαμινίαιϲ ἐμοὶ γένοιτο φᾶροϲ ἴϲον ἐν οὐρανῷ. τὸ πρᾶγοϲ παρὰ τὸ πρήϲϲω καὶ πράϲϲω γενόμενον ϲυνεκτεινόμενον ἔϲχε τῷ ῥήματι τὸ α. πρόϲκειται δὲ ὁπότε μὴ κατὰ διάλεκτον εἴη διὰ τὸ μῆκοϲ μᾶκοϲ.