Ancient Greek
Paragraph 51
Aelius Herodianus, Περὶ διχρόνων 51
Not analysed yet
Τὰ εἰϲ λοϲ λήγοντα διϲύλλαβα ὀξύτονα, ὁπότε ἔχει πρὸ τέλουϲ δίχρονον, τοῦτο ἔχει ἢ ἐκτεινόμενον δι᾿ ἑαυτοῦ ἢ διὰ ϲυμφώνου μεγεθυνόμενον. καὶ τὰ μὲν διὰ ϲυμφώνων μεγεθυνόμενα τὰ τοιαῦτά ἐϲτι, κυλλόϲ, μαλλόϲ, θαλλόϲ, τὰ δὲ δι᾿ ἑαυτῶν τὰ τοιαῦτα, ψιλόϲ, χυλόϲ, δαλόϲ, βαλόϲ, οὕτωϲ ὁ βαθμόϲ καὶ ἐν τῇ τραγῳδίᾳ καὶ ἐν τῇ κωμῳδίᾳ. |ἐχρῆν οὖν καὶ τὸ καλόϲ βοηθεῖϲθαι ϲνμφώνῳ ἢ αὐτόθεν ἐκτείνεϲθαι· ὑγιὴϲ οὖν ἡ ἔκταϲιϲ παρὰ τῷ ποιητῇ.