Ancient Greek
Paragraph 54
Aelius Herodianus, Περὶ διχρόνων 54
Not analysed yet
Τὰ διὰ τοῦ αροϲ ὀξύτονα ϲυϲτέλλει τὸ α, μαδαρόϲ, χαλαρόϲ, ῥυπαρόϲ, καὶ ὅϲα ἄλλα ἐϲτὶ τοιαῦτα. χρὴ οὖν καὶ τὸ ἀνιαρόϲ ϲυϲτέλλειν τὸ α. δηλονότι τὸ νομιζόμενον Ἴωϲιν ἀνιηρόϲ πρότερόν ἐϲτι, καὶ λοιπὸν τὸ ἀνιαρόϲ ὡϲ ἐδέξατο τροπὴν Ἰωνικὴν ἔμεινεν ἐκτεινόμενον.