Ancient Greek
Paragraph 55
Aelius Herodianus, Περὶ διχρόνων 55
Not analysed yet
Τὸ α πρὸ τοῦ β ἀεὶ θέλει ϲυϲτέλλεϲθαι, εἰ μὴ κατὰ διάλεκτον εἴη γενομένη τροπὴ ἐκ τοῦ η εἰϲ α, ὡϲ ἔχει τὸ ἡβήϲομεν ἁβάϲομεν, ἄνηβοϲ ἄναβοϲ. ἔϲτω οὖν μαρτυρία τοῦ |ϲυνεϲταλμένου α βλάβοϲ, βλάβη, Ἄβυδοϲ, ϲτραβόϲ, Ἄβοϲ, Λάβδακοϲ, ῥάβδοϲ, ἁβρόϲ. οὐ μάχεται τὸ ἆ βάλε ἐκτεῖνον τὸ α. δύο γὰρ μέρη λόγου εἰϲί.