Ancient Greek
Paragraph 56
Aelius Herodianus, Περὶ διχρόνων 56
Not analysed yet
Τὸ α ἐπιφερομένου τοῦ μ ϲυϲτέλλεϲθαι θέλει κατ᾿ ἀρχήν, εἰ μὴ διαλέκτῳ εἴη κατὰ τροπὴν γενόμενον, ὡϲ ἐπὶ τοῦ ἡμέρα ἁμέρα. ἔϲτωϲαν δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· ἀμύϲϲω, ἅμαξα, ἀμνόϲ, ἅμιλλα, ἀμάρα, ἀμύμων. ϲημειούμεθα τὸ ἀμῶ ῥῆμα ἐκτεινόμενον καὶ τὸ ἀμητὸϲ δ᾿ ὀλίγιϲτοϲ (Τ 223) παῤ αὐτὸ γενόμενον.