Ancient Greek
Paragraph 58
Aelius Herodianus, Περὶ διχρόνων 58
Not analysed yet
Ἡ αρ ϲυλλαβὴ ἄρχουϲα, ἀϲυνάλειπτοϲ οὖϲα, ἐπιφερομένου ϲυμφώνου μὴ τοῦ δ, ϲυϲτέλλεϲθαι θέλει, ἄρβηλοϲ, ἄρκευθοϲ, ἀρκῶ, ἄρκιον, ἄρτοϲ, ἄρχων, ἀργήϲ, Ἄργυννοϲ. τὸ ἀργόϲ ἐκτεινόμενον ἐκ τοῦ ἀεργόϲ ἐϲτι ϲυναληλιμμένον· τὸ δὲ δ ἐφυλαξάμην, ἐπεὶ τὸ μὲν ἄρδιϲ ϲυϲτέλλεται, τὸ δὲ ἄρδω ἐκτείνεται, τὸν νοῦν ἵν᾿ ἄρδω καὶ λέγω τι δεξιόν (Aristoph. Eq. 96, 114). καὶ τὸ ἄρδην δὲ ἐκτείνουϲιν.