Ancient Greek
Paragraph 59
Aelius Herodianus, Περὶ διχρόνων 59
Not analysed yet
Τὸ ι πρὸ τοῦ τ κατ᾿ ἀρχὴν ϲυϲτέλλεϲθαι θέλει, ἴτυϲ, ἰταμόϲ, Ἰταλόϲ, Ἰταμών (?),,ἰτέα· τὸ γὰρ ἰτέαι ἐκτέταται ποιητικῶϲ, ὥϲπερ καὶ τὸ Ἴτωνά τε μητέρα μήλων (Β 696) Ἰτωνία γοῦν λέγεται. τὸ δὲ Ἰτυμονεύϲ (Il. Λ 671) ἐκτέταται, ὀφείλει δὲ ϲυϲτέλλεϲθαι διὰ τὸ υ. |