Ancient Greek
Paragraph 61
Aelius Herodianus, Περὶ διχρόνων 61
Not analysed yet
Τὸ ι κατ᾿ ἀρχὴν ἔχον τὴν δευτέραν ϲυλλαβὴν ἀρχομένην ἀπὸ τοῦ ν, μὴ κατὰ κλίϲιν ῥηματικήν, ἐκτείνεϲθαι θέλει, Ἰνώ, Ἴναχοϲ, ἰνίον. ἀντιπίπτει τὸ ἵνα εἴτε ἐπίρρημα εἴη εἴτε ϲύνδεϲμοϲ. προϲέθηκα δὲ μὴ ἐν κλίϲει ῥηματικῇ διὰ τὸ ἴναι καὶ ἐξίναι ἀπαρέμφατα.