Ancient Greek
Paragraph 62
Aelius Herodianus, Περὶ διχρόνων 62
Not analysed yet
Τὰ εἰϲ ω λήγοντα καθαρὰ βαρύτονα ῥήματα, ὑπὲρ δύο ϲυλλαβὰϲ ὑπάρχοντα, εἰ παραλήγοιτο τῷ ι, μόνῳ ἐκτεταμένῳ αὐτῷ παραλήγεται, χωρὶϲ εἰ μὴ ϲύνθετα εἴη ἢ κατ᾿ ἔλλειψιν τοῦ ζ, κυλίω, ἀλίω, μηνίω, δηρίω, κονίω, ἰδίω. τὸ δὲ ἐϲθίω ϲυϲτέλλει τὸ ι. ἐφυλαξάμην δὲ ϲύνθετα διὰ τὸ ἀτίω τήν τε ἔλλειψιν τοῦ ζ διὰ τὸ μαϲτίω. τὸ δὲ δειδίω οὐ ῥητόν. τὸ δὲ κηκίω ἐκ διπλαϲιαϲμοῦ, πολλὴ δ᾿ ἀνεκήκιεν ἅλμη.