Ancient Greek
Paragraph 65
Aelius Herodianus, Περὶ διχρόνων 65
Not analysed yet
Τὰ εἰϲ ροϲ λήγοντα καθαρεύοντα διϲύλλαβα κἄν τε ἀρϲενικὰ κἄν τε θηλυκά, τῷ α παραληγόμενα, βαρυνόμενα, μὴ κατὰ Δωρίδα διάλεκτον ϲυϲτελλόμενον ἔχει τὸ α, οἷον λάροϲ, γάροϲ, ϲκάροϲ, Ϲάροϲ ὁ ποταμόϲ, Πάροϲ νῆϲοϲ, Κλάροϲ ἡ πόλιϲ. τὸ τοίνυν βᾶροϲ καὶ Ρᾶροϲ παῤ Ἀττικοῖϲ κατὰ χρόνον ϲημειώδη. Τά τε ὑπὲρ δύο ϲυλλαβὰϲ βαρυνόμενα πάμπολλα ὄντα ϲυνεϲταλμένον ἔχουϲι τὸ α, μὴ ὄντα Δώρια μήτε ϲύνθετα. ἐπίϲταϲιν |οὖν ἔχει τὸ ἄγγαροϲ καὶ Αἴϲαροϲ. τὸ δὲ φλόαροϲ ὀφείλει ϲυϲτέλλεϲθαι.