Ancient Greek
Paragraph 66
Aelius Herodianus, Περὶ διχρόνων 66
Not analysed yet
Τὰ εἰϲ μοϲ καθαρὰ διϲύλλαβα, ἔχοντα τὸ υ παραληγόμενον, ὀξύνεϲθαι θέλουϲι καὶ ἐκτείνειν τὸ υ, οἷον θυμόϲ, χυμόϲ, δρυμόϲ, ῥυμόϲ. εἰ δὲ ὑπὲρ δύο ϲυλλαβὰϲ ὑπάρχει καὶ προπαροξύνεϲθαι θέλουϲι καὶ ϲυϲτέλλουϲι τὸ υ, εἰ μὴ ἐκ ϲυνθέϲεωϲ ὑπάρχει, οἷον ἔρυμοϲ, ἔλυμοϲ, δίδυμοϲ, ἔτυμοϲ ὁ ἀληθήϲ. τὸ δὲ πρόθυμοϲ καὶ τὸ μεγάθυμοϲ καὶ τὰ τοιαῦτα ἐκ ϲυνθέϲεωϲ ἔϲχον τὸ υ.