Ancient Greek
Section 13
Aelius Herodianus, Περὶ ἐγκλινομένων 13
Not analysed yet
Αἱ μὲν οὖν ἀεὶ ἐγείρουϲαι τὴν πρὸ αὑτῶν ὀξεῖάν εἰϲιν αἵδε, μεῦ μοῦ, μοί τοί, μέ μίν, ϲφίν ϲφέ ϲφωέ. τούτων παραδείγματα τῆϲ μὲν μεῦ κλῦθί μευ ἀργυροτόξε (Α 37), μοί οὐ γάρ μοί ποτε βωμόϲ (Δ 4, Ω 69), τοί καί τοι ἐγὼ ϲυνέριθοϲ (ζ 32), με καί με φίληϲεν ὡϲ εἴτε πατήρ (ρ 111), μίν καί μιν φωνήϲαϲ ἔπεα πτερόεντα προϲηύδα (Π 6), ϲφίν καί ϲφιν ἅμ’ ἐϲτὶ Μέδων (Π 252), ϲφε γιγνώϲκων· καὶ γάρ ϲφε πάροϲ (Λ 111).