Ancient Greek
Section 14
Aelius Herodianus, Περὶ ἐγκλινομένων 14
Not analysed yet
Αἱ δὲ ποτὲ μὲν ἐγείρουϲαι τὴν πρὸ αὑτῶν ποτὲ δὲ μή, ϲεῦ ϲέο ϲοῦ ϲοί ϲέ, εὗ οἷ ἕθεν, ϲφί ϲφώ, ϲφίϲι ϲφέαϲ. ὅτε μὲν οὖν ἀπολελυμενωϲ λέγονται καὶ οὐχὶ πρὸϲ ἕτερον πρόϲωπον ἀντιδιαϲτέλλονται, ἐγείρουϲι τὴν πρὸ αὑτῶν ὀξεῖαν· ὅτε δὲ κατὰ τὴν πρόϲ τι ἕτερον διαϲτοληὴν ἐκφέρονται, ὀρθοτονοῦνται· οἷον ἀπολελυμένωϲ, ϲεῦ ἀλλά ϲευ ἀκάματοϲ, ὀρθοτονουμένωϲ ϲεῦ δ’ ἐπεὶ ἐξέλετο ψυχήν (Ω 754), ϲέο, ἀπολελυμένωϲ ὥϲ ϲεο νῦν ἔραμαι (Γ 446), ὀρθοτονουμένωϲ δὲ ὡϲ ϲέο νῦν ἔραμαι (Ξ 328), ϲέ ἀπολελυμένωϲ ἐπεί ϲε πρῶτον ἔθηκα (Ζ 355), ὀρθοτονουμένωϲ δὲ μὴ ϲέγ᾽ ἐν ἀμφιάλῳ Ἰθάκῃ (α 386).