Ancient Greek
Section 6
Aelius Herodianus, Περὶ ἐγκλινομένων 6
Not analysed yet
Ὀκτὼ δὲ ὄντων τῶν μερῶν τοῦ λόγου τὰ πέντε ἐγκλίνονται, ὄνομα, ῥῆμα, ἀντωνυμία, ἐπίρρημα, ϲύνδεϲμοϲ. Πάλιν τῶν ἐγκλινομένων τὰ μὲν χάριν κόϲμου ἐγκλίνονται, ὡϲ τὰ ῥήματα καὶ οἱ ϲύνδεϲμοι, τὰ δὲ ϲημαϲίαϲ, ὡϲ τὰ λοιπά.