Ancient Greek
Section 7
Aelius Herodianus, Περὶ ἐγκλινομένων 7
Not analysed yet
Ἐν μὲν οὖν ὀνόμαϲι τὸ τίϲ μόνον ἐγκλίνεται καὶ αἱ τούτου πτώϲειϲ καὶ τὰ ἰϲοδυναμοῦντα τούτῳ, ὅτε ἀοριϲτωδῶϲ ἐκφέρεται, οἷον ἦλθέ τιϲ, ἐλάληϲέ τιϲ, ἐν οἷϲ καὶ πάντοτε ὑποτακτικόν ἐϲτι. τὸ μὲν οὖν τίϲ ἐγείρει ἐν τῷ εἰ μέν τιϲ τὸν ὄνειρον (Β 80), τινόϲ μή τινοϲ, τινί οὔ τινι κοιμηθεῖϲα (Hesiod. Theog. 213), τινά καί τινα Τρωϊάδων (Ϲ 122), τινέϲ οἵτινεϲ ἀνέρεϲ εἶεν (Od. ι 89), τινάϲ οὕϲτιναϲ αὖ μεθιένταϲ ἴδοι (Δ 240). ἰϲοδυναμεῖ δὲ τῷ μὲν τινόϲ τὸ τεῦ ἀλλ’ οὔ τευ οἶδα. τῷ δὲ τινί τὸ τῷ οἷον οὔτε ϲοὶ οὔτέ τῳ ἄλλῳ (Α 299). τὸν δὲ κατὰ φύϲιν τόνον ἔχοντα πυϲματικὰ γίνονται· τίϲ τίνοϲ τίνι τίνα.