Ancient Greek · ~2 min
Chapter 30
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 30
Not analysed yet
Προνοεῖν δὲ καὶ τὰ ἐπὶ πράσει εἰσαγόμενα καὶ εἰς τὴν ἀγορὰν ἐκτιθέμενα ὅπλα τά τε ἐπὶ τῶν καπηλείων καὶ παντοπωλείων, ὧν ἀθροισθέντων πλῆθός τι γένοιτʼ ἄν, ὅπως μηδενὶ ἕτοιμα ᾖ τῶν βουλομένων νεωτερίζειν· εὔηθες γὰρ τῶν μὲν ἀφικνουμένων ἀνδρῶν παραιρεῖσθαι τὰ ὅπλα, ἐν δὲ τῇ ἀγορᾷ καὶ ταῖς συνοικίαις ἀθρόα ὑπάρχειν σωράκους τε ἀσπιδίων καὶ ἐγχειριδίων κιβώτια. διὸ δεῖ τὰ εἰσαφικνούμενά τε καὶ ἠθροισμένα ὅπλα μὴ ἐκφέρεσθαί τε εἰς τὴν ἀγορὰν καὶ νυκτερεύειν ὅπου ἂν τύχῃ, ἀλλὰ πλὴν δείγματος τὸ ἄλλο πλῆθος πρὶν ἐκτίθοιτό τις, εἶναι δημοσίᾳ κρίνειν.