Ancient Greek
31.32 to 31.34
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 31.32-34
Not analysed yet
ἀπαγαγόντες δέσμιον περιέθηκαν περὶ τὸν αὐχένα ἱμάντα, ἐν ᾧ ἐπιστολὴ ἐνέρραπτο. εἶτα ἀφῆκαν νυκτὸς ἢ μεθʼ ἡμέραν πρὸς ὃν ἐξ ἀνάγκης ἔμελλεν ἥξειν ὅθεν ἀπήχθη. ἔστι δὲ τοῦτο καὶ Θεσσαλόν. Χρὴ δὲ τὰς παραγιγνομένας εὐθὺς ἀνοίγειν δέλτους. Ἀστυάνακτι δὴ τυράννῳ Λαμψάκου πεμφθείσης ἐπιστολῆς ἐν ᾗ γεγραμμένα ἦν μηνύοντα τὴν ἐπιβουλὴν ἀφʼ ἧς ἀνῃρέθη, παρὰ τὸ μὴ εὐθὺς ἀνοῖξαι καὶ ἀναγνῶναι τὰ γεγραμμένα ἀλλὰ ἀμελήσαντος αὐτοῦ, πρὸς ἄλλοις δὲ γενομένου πρότερον, διεφθάρη, τὴν ἐπιστολὴν ἔχων περὶ τοὺς δακτύλους. διὰ τὴν αὐτὴν αἰτίαν καὶ ἐν Θήβαις ἡ Καδμεία κατελήφθη, τῆς τε Λέσβου ἐν Μυτιλήνῃ παραπλήσια τούτοις ἐπράχθη.