Ancient Greek · ~1 min
Chapter 34
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 34
Not analysed yet
Ἐὰν δέ τι οἱ πολέμιοι πειρῶνται ἐμπιμπράναι ἰσχυρᾷ σκευασίᾳ πυρός, σβεννύειν χρὴ αὐτὸ ὄξει· οὐ γὰρ ἔτι ῥᾳδίως ἐξάπτεται. μᾶλλον δὲ ἰξῷ προαλείφειν· τούτου γὰρ πῦρ οὐχ ἅπτεται. τοὺς δὲ κατασβεννύντας ἀπὸ τῶν ὑψηλοτέρων ἔχειν περὶ τὸ πρόσωπον ἔρυμα, ἵνα ἧσσον ὀχλῶνται προσαϊσσούσης αὐτοῖς τῆς φλογός.