Ancient Greek
120.42 to 120.6
Aeneas, Epistulae 120.42-6
Unproofread scanNot analysed yet
ἀγαθὸς ἀθλητὴς εἰς Ὀλυμπίαν ἀποδημῶν, ἤδη μὲν εἰς ἀγῶνα παρεσκευασμένος καλῶς. εἰ δὲ ὑμεῖς ἐμπεύσετε, ὁλυμπιονίκην εἶναι τὸν νέον μαντεύσεσθε. γένοιτο δὲ ὑμᾶς λαμπρῶς ἀγνοεῖσθαι καὶ ἄθλα τιθέναι οὐ πυγμῆς καὶ πάλης ἀλλὰ λόγων καὶ σωφροσύνης. προσφένγωμαι τὸν ἐνδοξότατον Βίκτορα καὶ τὸν περίβλεπτον Στέφανον καὶ τὸν χαριέστατον Ἰωάννην καὶ τοὺς ὑμετέρους οἰκείους καὶ ἐμοὺς ἐταίρους. τῶν ἐπιστολῶν ἐξελάσομεν, εἰσχαλασάμενοι δὲ πᾶσαν φιλίαν δορυφορεῖ, τὴν πειθώ, τὴν χάριν, τὴν ἡδονήν, τὸν χρότον, τὸν ἐπαινον. τούτοις καθίσωμεν σεμνότερον θέατρον, ἀπειπόντες κωμωδίᾳ μηδὲν ἐνοχλεῖν.