Ancient Greek
121.1
Aeneas, Epistulae 121.1
Unproofread scanNot analysed yet
16. Ἐπιφανίῳ σοφιστῇ. Τοῖς μὲν ἄλλοις ἐρασταῖς καὶ ὑπόδημα τοῦ ἐρωμένου φανὲν ἰχνὸν παραχωθεῖσθαι τὸν ἔρωτα, σὺ δὲ καὶ ψυχῆς καὶ σώματος εἰκόνας ἐπιζητεῖς. οἱ μὲν οὖν λόγοι τὴν διάνοιαν σαφῶς ἐρμηνεύοντες αὐτὴν ἀτεχνῶς ὑπογράφουσι τὴν ψυχήν. ἐπ’ αὐτὸ γοῦν τοῦτο πρὸς ὑμᾶς ἀπήρχαν· ἐμοὶ δὲ ἤν δεδογμένον μηκέτι τοῦ εἰδώλου τὸ εἴδωλον ἐγκαταγράφειν. ἀλλ’ ὅμως αἰσχυνοὺς τὸν ὑμέτερον ἔρωτα, προσκαλεσάμενος τὸν τὰ ἥψα γράφοντα καὶ ἐναντίον καθήμενος, ἀτρεμίζοντι τῷ προσώπῳ σεμνὸς πᾶνι σιγῶν καὶ ἐμαυτὸν περιστελλων ἀφήκκα τὴν τέχνην τῇ φύσει συνάπτεσθαι. καὶ τοῦμὲν εἴδος ἀναρπάσασα ἡ τοῦ ζωγράφου δεξιὰ τοῖς χρώμασιν ἐγκατατίθεται φέρουσα, καὶ νῦν ἐστι παρὰ σοί, ὡς ἑξεῖναι καὶ διαλέγεσθαι καὶ δρᾶν καὶ τῶν ἐμοὶ παρόντων μηδὲν ἐλάττον ἔχειν. διαχονεὶ δὲ ἡμῖν δ καλὸς Εὐθύμιος, καὶ ὑπὲρ τούτου θαλάτταν ἡδέως ὑπομένει, ὅ τοῖς ἀντερασταῖς χαλεπὸν εἶναι δοκεῖ. ἀλλὰ θεραπεία τοὺς πόνους αὐτῷ συγκαλύψομεν.