Ancient Greek
123.1
Aeneas, Epistulae 123.1
Unproofread scanNot analysed yet
σχων ως ἀληθῶς τὰς τῶν θεῶν τελετάς. ταῦτα διε-γεῖρει πρεσβύτας, ταῦτα συγκαλεῖ νέους, διὰ ταῦτακαλὴν ἐλπίδα τῇ εὐπορίᾳ γενέσθαι τῷ νέῳ, ἀλλως τεκαὶ ὅτι προτετελεσμένος καὶ τῶν παρ' ἡμῖν καλῶν ἐνπαρασκευῇ γεγόνεως ἀπήρεν, ὡς Ἀθῆνησιν οἱ τὰ μικρὰμυστήρια προτελούμενοι τῶν μεγάλων. δέξου τοίνυνεὐμενῶς τὸν νεανίσκον, δοκιμάζων αὐτοῦ τὴν φύσινἐκ τῆς νῦν ἐπιθυμίας, δι' ἣν καὶ θαλάτταν πλεῖ καὶπολλὴν ἧπειρον ἐλαύνει οὐ μᾶλα ἐρωμένῳ τῷ σώ-ματι. ἐχέτω δὲ τι καὶ μειζόν διὰ τὴν ἐπιστολήν. δεῖ γὰρ ταύτην θαρρεῖν μηδαμῶς τε ἐρυθριᾶν νῦνπρῶτον ὡς ἡμᾶς φοιτῶσαν, ἐρωτικῶς τε προσίσθαι καὶτι πρὸς αὐτὴν ἡδέως λαλεῖν. οὕτω πολλάκις ὡς ἡμᾶςοἱ.