Ancient Greek
122.4
Aeneas, Epistulae 122.4
Unproofread scanNot analysed yet
Διονυσίῳ σοφιστῇ. Πάλαι μὲν τὸ Πήλιον κοινὸν διδασκαλεῖον τῶν ἡρώων ἐδόκει, νυνὶ δὲ ἡ ἡμετέρα καὶ τῶν Μουσῶν πόλις. καὶ ἐπίστευσαν οἱ πατέρες τοὺς υἱεῖς αὐτοὺς ὡς ἡμᾶς φοιτῶντας ἢ λόγους μανθάνειν ἢ λόγους εἰδέναι δοκεῖν. καὶ θαυμαστὸν οὐδέν· ἡ γὰρ πόλις ἀρχαία καὶ παλαιὰς μυθολογίας γέμουσα, περὶ ἧς ἄδεται ἀλλὰ τε πολλὰ καὶ καλὰ καὶ ὅτι Καλλιόπη θαυμάζουσα τὴν πόλιν ὑμῖν παρακάθηται τὸν Ἑλικῶνα παραθέουσα καὶ τὰς ἀδελφὰς αὐτῇ πείθει συνοικεῖν. ὁ δὲ Ἑρμῆς πάντως οὐκ ἀνέξεται μὴ οὐ συμπιζεῖν ταῖς ἀδελφαῖς, ἀλλὰ καὶ Ἀπόλλων μουσικὸς ὧν θεὸς ταύτης ἐρξ μᾶλλον ἢ τοῦ Παρνασσοῦ. οὐ γὰρ παραπλήσιον αὐτῷ δοκεῖ μάγαιρα Δελφῶν καὶ τὸ κάλλος τῶν παιδικῶν οὐδὲ πέτρα Δελφῶν καὶ τῆς δάφνης τὸ ἄλσος, ἔνθα καὶ τὸ ὕδωρ ἐπαισθάνεται τοῦ θεοῦ καὶ τι μουσικὸν ὑπὸ γείν λέγεται. τὸ δὲ κάλλιστον, ὁ Διόνυσος διδά-