Ancient Greek
123.4
Aeneas, Epistulae 123.4
Unproofread scanNot analysed yet
ιθ' Γεσσίων ἰατροσοφιστῇ. Ἐμὸς Προκόπιος. γενέσθω δὲ σὸς Ἑλπιδίου παῖς,ὃν ἠθουλόμην ἐτι ζῆν, δι' ὃν ἠκμασε παρ' ἡμῖν ἰα-τρική. ἀλλὰ γὰρ χαλεπὸν περὶ τοὺς λόγους φιλοσο-φεῖν καὶ τὸ σῶμα χαλὸν διασῴζειν. οἷα γοῦνπέπονθα ἐγὼ μὲν ὑπέγραψον, ὑμεῖς δὲ ὡςπερθεαταὶ τοῦ πάθους γεγόνατε. ἀλλὰ τί δράσω; βαρεῖαιμὲν αἱ τῶν νεφρῶν ὀδύναι καὶ ὀξεῖαι, ὑμεῖς δὲ βραδεῖςὡς εἴκε χάριν διδόναι. ἡ πόσον χρόνον ἐπιστελ-λομεν; τῷ δὲ κάμνοντι καὶ ἡμέρα μία πολλῶν ἐτῶνπερίοδος. ἡ οὐ φιλοσοφοῦντι τὸ πάθος βαρύτατον; οὐχ ἡ τέχνη παρὰ σοί, οὐχ ἕτοιμος ἡ τοῦ φαρμάκουκατασκευή; τί οὖν ἐμποδών, πλὴν εἰ μὴ τῆς εὐνοίαςἐπιλέλησαι, εἰγε ἀμείνον ἀγνοίας μᾶλλον ἢ κακίαςκρίνεσθαι; χαλεπαίνει γοῦν ὁ δικαστής. οὐ πρὸςἀγνοοῦντα ἀλλὰ πρὸς θελοκακοῦντα. ἀλλ' ὡς τῆς τῶνφιλατάτων προδοσίας. ἐτι μὲν ἡ νόσος παρ' ἐμοί,ἐτι δὲ τὸ φάρμακον παρὰ σοί, ἀλλὰ μεταξὺ λόγου τῷπύθῃ πηπτόμενον.