Ancient Greek
123.6
Aeneas, Epistulae 123.6
Unproofread scanNot analysed yet
κ' Τῷ αὐτῷ. Ὁ καλὸς Νεμεσίων ἀπὸ τῆς τῶν νόμων ἐπιστήμης ἐπαινουμένος ἀπὸ τοῦ τρόπου μᾶλλον ἐτι θαυμάζεται. τί τοῦτου κάλλιστον σημεῖον; φίλους οἱδε ὑφρεῦειν, καὶ εὖ πράττουσι μὲν συνήδεται, πεπονθόσι δὲ σὐάπερ οὐκ ἐδεὶ συνάχθεται. βουλοίμην μὲν καὶ σὲ πρὸς τὴν ἄλλην φιλοσοφίαν καὶ τοῦτο μελετᾶν· μελετήσεις δὲ τῶν ἀπόντων φίλων ἢ τῶν παρόντων μεμνημένος. ἔως μὲν γὰρ ἂν τὰ πάθη λανθάνῃ, καὶ τὰ φάρμαχα ἐν μέσῳ κείμενα λανθάνει, καὶ ἀχμαίζει περὶ τὴν θεραπείαν ἢ πλάνη· ἢ δὲ τοῦ πάθους διάγνωσις οἷον φῶς ἐξέλαμψε τῇ τέχνῃ, καὶ διανοίγει τὴν τῶν φαρμάχων περιουσίαν, καὶ ‘οὐκέτ’ ἀμφίβολον τὴν θεραπείαν συνετισφέρει. ὑπεγράψαμεν τὸ πάθος, εἰ τί πού μέμνησαι, ὡς συγνὴ προηγήσατο κίνησις, ὡς πολλὴ συνχολούθησεν ἀντὶ τῆς περιττῆς ὑγρότητος ἢ τοῦ αἵματος ῥύσις, ὡς ἡσυχία καὶ δίαιτα τὸ πάθος συνεσχοῖζε. καὶ πάλιν κίνησις, καὶ πάλιν αἵματος ῥύσις, καὶ αὐθὶς ἡσυχία καὶ δίαιτα, καὶ ὡς οὐκέτι τὸ πάθος συνεχρύπτετο, ἀλλὰ στύψις ἐπέκειτο τὸ μὲν πρῶτον μετρία, εἴτ’ οὐκ ἀγεννής, τελευταῖα δ’ ἀφόρητος, αἰκιζομένη καὶ ἐνδοθεν ὑβρίζουσα καὶ ὅλως τὸν ὀμφαλὸν σπαράττουσα. τί γὰρ ἂν τις πρὸς ὑμᾶς ἀποκρύπτοιο, ἂ δημοσιεύειν ἢ φῶσις οὐκ αἰσχύνεται; μᾶλλον ἐν ἐτι καταλείπεται φαρμάχων τῷ πάθει μονομαχεῖν, πλὴν εἰ μὴ ὑμεῖς ὑπὸ σοφίας ἕτερον ἐξεύροιτε, ὁ διὰ τῆς πόας συμπεπλεγμένος κύκλος ἂν φυσαλλίδα μᾶλα σερνὼς ὀνομαζοῦσι τῶν ἰατρῶν οἱ παῖδες. τούτι γὰρ μόνον ἱκανὸν τὰς τοῦ νοσήματος ἐνέδρας καὶ λόχους ἀμύνεσθαι.