Ancient Greek
124.2
Aeneas, Epistulae 124.2
Unproofread scanNot analysed yet
κα’. Δωροθέῳ πρεσβυτέρῳ. Οἱ μὲν πολλοὶ τὸ δὴ λεγόμενον ἀνίπτοις ποσὶν ἐπιπηδῶσι τοῖς ἱεροῖς, καθάπερ ὁ τοῦ Πλάτωνος χαλκεὺς ἐκεῖνος ὁ φαλακρός, ὃς ἐτι καπνοῦ καὶ δυσωδίας ὀξυν ἐπανέστη τῇ δεσποίνῃ. σὺ δὲ ἐξ ἱεροῦ διαβαίνεις εἰς ἱερὸν, ἐκ φιλοσοφίας εἰς ἱερωσύνην. ὁ δὲ τὴν ἐπιστολὴν κομίζων ἱερῶν ἐστιν ὑπηρέτης. οὐκοῦν σὸς οὗτος. ἐρᾷ δὲ ἡσυχίας, καὶ οὐχ οἷδ’ ὅπως μαθὼν ὅρος εἶναι Θεῷ κεχαρισμένον δι’ ἐρημίαν εἰς ἡσυχίαν ἐπιτήδειον πρὸς ἐκεῖνο πορεύεται. ἀλλ’ ἢ ἐμποδὼν ἀπορία καὶ τῆς ἀπορίας αἰ μηχαναί, ὅς δύνασαι διαλῦειν τοῖς ἐν μέτῳ τῆς χώρας ἱερεῦσι κελεύων μέχρι τοῦ ὅρους διασώζειν τὸν ἄνθρωπον.