Ancient Greek
Section 184
Aeschines, Κατά Κτησιφώντος 184
Not analysed yet
ὅτι δʼ ἀληθῆ λέγω, ἐξ αὐτῶν τῶν ποιημάτων γνώσεσθε. ἐπιγέγραπται γὰρ ἐπὶ τῷ μὲν πρώτῳ τῶν Ἑρμῶν· ἦν ἄρα κἀκεῖνοι ταλακάρδιοι, οἵ ποτε Μήδων παισὶν ἐπʼ Ἠϊόνι, Στρυμόνος ἀμφὶ ῥοάς, λιμόν τʼ αἴθωνα κρατερόν τʼ ἐπάγοντες Ἄρηα πρῶτοι δυσμενέων εὗρον ἀμηχανίην. υνκνοων ἐπὶ δὲ τῷ δευτέρῳ· ἡγεμόνεσσι δὲ μισθὸν Ἀθηναῖοι τάδʼ ἔδωκαν ἀντʼ εὐεργεσίης καὶ μεγάλης ἀρετῆς. μᾶλλόν τις τάδʼ ἰδὼν καὶ ἐπεσσομένων ἐθελήσει ἀμφὶ ξυνοῖσι πράγμασι μόχθον ἔχειν. υνκνοων