Ancient Greek · ~1 min
Section 185
Aeschines, Κατά Κτησιφώντος 185
Not analysed yet
ἐπὶ δὲ τῷ τρίτῳ ἐπιγέγραπται Ἑρμῇ· ἔκ ποτε τῆσδε πόληος ἅμʼ Ἀτρείδῃσι Μενεσθεὺς ἡγεῖτο ζάθεον Τρωικὸν ἂμ πεδίον, ὅν ποθʼ Ὅμηρος ἔφη Δαναῶν πύκα χαλκοχιτώνων κοσμητῆρα μάχης ἔξοχον ἄνδρα μολεῖν. οὕτως οὐδὲν ἀεικὲς Ἀθηναίοισι καλεῖσθαι κοσμητὰς πολέμου τʼ ἀμφὶ καὶ ἠνορέης. υνκνοων ἔστι που τὸ τῶν στρατηγῶν ὄνομα; οὐδαμοῦ, ἀλλὰ τὸ τοῦ δήμου.