Ancient Greek · ~2 min
Section 186
Aeschines, Κατά Κτησιφώντος 186
Not analysed yet
προέλθετε δὴ τῇ διανοίᾳ καὶ εἰς τὴν στοὰν τὴν ποικίλην· ἁπάντων γὰρ ἡμῖν τῶν καλῶν ἔργων τὰ ὑπομνήματα ἐν τῇ ἀγορᾷ ἀνάκειται. τί οὖν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, ὃ ἐγὼ λέγω; ἐνταῦθα ἡ ἐν Μαραθῶνι μάχη γέγραπται. τίς οὖν ἦν ὁ στρατηγός; οὑτωσὶ μὲν ἐρωτηθέντες ἅπαντες ἀποκρίναισθε ἄν, ὅτι Μιλτιάδης· ἐκεῖ δὲ οὐκ ἐπιγέγραπται. πῶς; οὐκ ᾔτησε ταύτην τὴν δωρεάν; ᾔτησεν, ἀλλʼ ὁ δῆμος οὐκ ἔδωκεν, ἀλλʼ ἀντὶ τοῦ ὀνόματος συνεχώρησεν αὐτῷ γραφῆναι πρώτῳ παρακαλοῦντι τοὺς στρατιώτας.