Ancient Greek · ~2 min
Section 202
Aeschines, Κατά Κτησιφώντος 202
Not analysed yet
ἐὰν δʼ ὑπερπηδήσας τὴν δικαίαν ἀπολογίαν παρακαλῇ Δημοσθένην, μάλιστα μὲν μὴ προσδέχεσθε σοφιστὴν οἰόμενον ῥήμασι τοὺς νόμους ἀναιρήσειν, μηδʼ ἐν ἀρετῇ τοῦθʼ ὑμῶν μηδεὶς καταλογιζέσθω, ὃς ἂν ἐπανερομένου Κτησιφῶντος, εἰ καλέσῃ Δημοσθένην, πρῶτος ἀναβοήσῃ κάλει, κάλει. ἐπὶ σαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ τὴν δημοκρατίαν καλεῖς. ἂν δʼ ἄρα ὑμῖν δόξῃ ἀκούειν, ἀξιώσατε τὸν Δημοσθένην τὸν αὐτὸν τρόπον ἀπολογεῖσθαι ὅνπερ κἀγὼ κατηγόρηκα. ἐγὼ δὲ πῶς κατηγόρηκα; ἵνα καὶ ὑπομνήσω ὑμᾶς.