Ancient Greek · ~2 min
Section 203
Aeschines, Κατά Κτησιφώντος 203
Not analysed yet
οὔτε τὸν ἴδιον βίον τὸν Δημοσθένους πρότερον διεξῆλθον, οὔτε τῶν δημοσίων ἀδικημάτων οὐδενὸς πρότερον ἐμνήσθην, ἄφθονα δήπου καὶ πολλὰ ἔχων, ἢ πάντων γʼ ἂν εἴην ἀπορώτατος· ἀλλὰ πρῶτον μὲν τοὺς νόμους ἐπέδειξα ἀπαγορεύοντας μὴ στεφανοῦν τοὺς ὑπευθύνους, ἔπειτα τὸν ῥήτορα ἐξήλεγξα γράψαντα Δημοσθένην ὑπεύθυνον ὄντα στεφανοῦν οὐδὲν προβαλόμενον, οὐδὲ προσγράψαντα ἐπειδὰν δῷ τὰς εὐθύνας, ἀλλὰ παντελῶς καὶ ὑμῶν καὶ τῶν νόμων καταπεφρονηκότα· καὶ τὰς ἐσομένας πρὸς ταῦτα προφάσεις εἶπον, ἃς ἀξιῶ καὶ ὑμᾶς διαμνημονεύειν.