Ancient Greek · ~1 min
Section 213
Aeschines, Κατά Κτησιφώντος 213
Not analysed yet
περὶ δὲ Κτησιφῶντος τοῦ γράψαντος τὴν γνώμην βραχέα βούλομαι εἰπεῖν, τὰ δὲ πολλὰ ὑπερβήσομαι, ἵνα καὶ πεῖραν λάβω, εἰ δύνασθε τοὺς σφόδρα πονηρούς, κἂν μή τις προείπῃ, διαγιγνώσκειν. ὃ δʼ ἐστὶ κοινὸν καὶ δίκαιον κατʼ ἀμφοτέρων αὐτῶν ἀπαγγεῖλαι πρὸς ὑμᾶς, τοῦτʼ ἐρῶ. περιέρχονται γὰρ τὴν ἀγορὰν ἀληθεῖς κατʼ ἀλλήλων ἔχοντες δόξας καὶ λόγους οὐ ψευδεῖς λέγοντες.