Ancient Greek
Section 214
Aeschines, Κατά Κτησιφώντος 214
Not analysed yet
ὁ μὲν γὰρ Κτησιφῶν οὐ τὸ καθʼ ἑαυτόν φησι φοβεῖσθαι, ἐλπίζειν γὰρ δόξειν ἰδιώτης εἶναι, ἀλλὰ τὴν τοῦ Δημοσθένους ἐν τῇ πολιτείᾳ δωροδοκίαν καὶ τὴν ἐμπληξίαν καὶ δειλίαν· ὁ δὲ Δημοσθένης εἰς αὑτὸν μὲν ἀποβλέπων θαρρεῖν φησιν, τὴν δὲ τοῦ Κτησιφῶντος πονηρίαν καὶ πορνοβοσκίαν ἰσχυρῶς δεδιέναι. τοὺς δὴ κατεγνωκότας ἀλλήλων μηδαμῶς ὑμεῖς οἱ κοινοὶ κριταὶ τῶν ἐγκλημάτων ἀπολύσητε.