Ancient Greek · ~2 min
Section 215
Aeschines, Κατά Κτησιφώντος 215
Not analysed yet
περὶ δὲ τῶν εἰς ἐμαυτὸν λοιδοριῶν βραχέα βούλομαι προειπεῖν. πυνθάνομαι γὰρ λέξειν Δημοσθένην, ὡς ἡ πόλις ὑπʼ αὐτοῦ μὲν ὠφέληται πολλά, ὑπʼ ἐμοῦ δὲ καταβέβλαπται, καὶ τὸν Φίλιππον καὶ τὸν Ἀλέξανδρον καὶ τὰς ἀπὸ τούτων αἰτίας ἀνοίσειν ἐπʼ ἐμέ. οὕτω δʼ ἐστὶν ὡς ἔοικε δεινὸς δημιουργὸς λόγων, ὥστε οὐκ ἀποχρῇ αὐτῷ, εἴ τι πεπολίτευμαι παρʼ ὑμῖν ἐγώ, ἢ εἴ τινας δημηγορίας εἴρηκα,