Ancient Greek · ~2 min
Section 217
Aeschines, Κατά Κτησιφώντος 217
Not analysed yet
καὶ νὴ Δία, ὡς ἐγὼ πυνθάνομαι, μέλλει με ἀνερωτᾶν, διὰ τί τὸ μὲν κεφάλαιον αὐτοῦ τῆς πολιτείας ψέγω, τὰ δὲ καθʼ ἕκαστον οὐκ ἐκώλυον οὐδʼ ἐγραφόμην, ἀλλὰ διαλείπων καὶ πρὸς τὴν πολιτείαν οὐ πυκνὰ προσιὼν ἀπήνεγκα τὴν γραφήν. ἐγὼ δὲ οὔτε τὰς Δημοσθένους διατριβὰς ἐζήλωκα, οὔτʼ ἐπὶ ταῖς ἐμαυτοῦ αἰσχύνομαι, οὔτε τοὺς εἰρημένους ἐν ὑμῖν λόγους ἐμαυτῷ ἀρρήτους ἂν εἶναι βουλοίμην, οὔτε τὰ αὐτὰ τούτῳ δημηγορήσας δεξαίμην ἂν ζῆν.