Ancient Greek · ~2 min
Section 218
Aeschines, Κατά Κτησιφώντος 218
Not analysed yet
τὴν δʼ ἐμὴν σιωπήν, ὦ Δημόσθενες, ἡ τοῦ βίου μετριότης παρεσκεύασεν· ἀρκεῖ γάρ μοι μικρά, καὶ μειζόνων αἰσχρῶς οὐκ ἐπιθυμῶ, ὥστε καὶ σιωπῶ καὶ λέγω βουλευσάμενος, οὐκ ἀναγκαζόμενος ὑπὸ τῆς ἐν τῇ φύσει δαπάνης. σὺ δʼ οἶμαι λαβὼν μὲν σιγᾷς, ἀναλώσας δὲ κέκραγας· λέγεις δὲ οὐχ ὅταν σοι δοκῇ, οὐδʼ ἃν βούλῃ, ἀλλʼ ὅταν οἱ μισθοδόται σοι προστάττωσιν· οὐκ αἰσχύνῃ δὲ ἀλαζονευόμενος, ἃ παραχρῆμα ἐξελέγχῃ ψευδόμενος.