Ancient Greek
Section 221
Aeschines, Κατά Κτησιφώντος 221
Not analysed yet
ὑπὲρ δὲ τοῦ μήπω κεκρίσθαι ὑπʼ ἐμοῦ, μηδὲ τῶν ἀδικημάτων τιμωρίαν ὑποσχεῖν, ὅταν καταφεύγῃς ἐπὶ τοὺς τοιούτους λόγους, ἢ τοὺς ἀκούοντας ἐπιλήσμονας ὑπολαμβάνεις, ἢ σαυτὸν παραλογίζῃ. τὰ μὲν γὰρ περὶ τοὺς Ἀμφισσέας ἠσεβημένα σοι καὶ τὰ περὶ τὴν Εὔβοιαν δωροδοκηθέντα, ἐφʼ οἷς ὑπʼ ἐμοῦ φανερῶς ἐξηλέγχου, χρόνων ἐγγεγενημένων ἴσως ἐλπίζεις τὸν δῆμον ἀμνημονεῖν·