Ancient Greek · ~1 min
Section 222
Aeschines, Κατά Κτησιφώντος 222
Not analysed yet
τὰ δὲ περὶ τὰς τριήρεις καὶ τοὺς τριηράρχους ἁρπάγματα τίς ἂν ἀποκρύψαι χρόνος δύναιτʼ ἄν, ὅτε νομοθετήσας περὶ τῶν τριακοσίων, καὶ σαυτὸν πείσας Ἀθηναίους ἐπιστάτην τάξαι τοῦ ναυτικοῦ, ἐξηλέγχθης ὑπʼ ἐμοῦ ἑξήκοντα καὶ πέντε νεῶν ταχυναυτουσῶν τριηράρχους ὑφῃρημένος, πλέον τῆς πόλεως ἀφανίζων ναυτικὸν ἢ ᾧ ποτε Ἀθηναῖοι τὴν ἐν Νάξῳ ναυμαχίαν Λακεδαιμονίους καὶ Πόλλιν ἐνίκησαν;