Ancient Greek · ~2 min
Section 224
Aeschines, Κατά Κτησιφώντος 224
Not analysed yet
καὶ τὸν αὐτὸν ἄνδρα δὶς στρεβλώσας τῇ σαυτοῦ χειρί, ἔγραψας αὐτὸν θανάτῳ ζημιῶσαι, καὶ παρὰ τῷ αὐτῷ ἐν Ὠρεῷ κατήγου, καὶ ᾧ ἀπὸ τῆς αὐτῆς τραπέζης ἔφαγες καὶ ἔπιες καὶ ἔσπεισας, καὶ τὴν δεξιὰν ἐνέβαλες ἄνδρα φίλον καὶ ξένον ποιούμενος, τοῦτον ἀπέκτεινας. καὶ περὶ τούτων ἐν ἅπασιν Ἀθηναίοις ἐξελεγχθεὶς ὑπʼ ἐμοῦ καὶ κληθεὶς ξενοκτόνος, οὐ τὸ ἀσέβημα ἠρνήσω, ἀλλʼ ἀπεκρίνω ἐφʼ ᾧ ἀνεβόησεν ὁ δῆμος καὶ ὅσοι ξένοι περιέστασαν τὴν ἐκκλησίαν· ἔφησθα γὰρ τοὺς τῆς πόλεως ἅλας περὶ πλείονος ποιεῖσθαι τῆς ξενικῆς τραπέζης.